Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.49 Joseph. AJ 5.53 (English) >>Joseph. AJ 5.58

5.51προσδεξαμένων δὲ τοὺς λόγους αὐτῶν πέμπουσι πρέσβεις πρὸς Ἰησοῦν φιλίαν σπεισομένους οὓς μάλιστα τῶν πολιτῶν ἐδοκίμαζον ἱκανοὺς πρᾶξαι τὰ συμφέροντα τῷ πλήθει. 5.52οἱ δὲ ὁμολογεῖν αὑτοὺς Χαναναίους ἐπισφαλὲς ἡγούμενοι, διαφεύξεσθαι τὸν διὰ τοῦτο κίνδυνον ὑπολαμβάνοντες, εἰ λέγοιεν αὑτοὺς μὴ προσήκειν κατὰ μηδὲν Χαναναίοις ἀλλὰ πορρωτάτω τούτων κατοικεῖν, ἥκειν τε κατὰ πύστιν τῆς ἀρετῆς αὐτοῦ πολλὴν ἀνύσαντες ὁδὸν ἔφασκον καὶ τεκμήριον τοῦ λόγου τούτου τὸ σχῆμα ὑπεδείκνυον· 5.53τὰς γὰρ ἐσθῆτας καινὰς ὅτε ἐξῄεσαν οὔσας ὑπὸ τοῦ χρόνου τῆς ὁδοιπορίας αὐτοῖς τετρῖφθαι· τρυχίνας γὰρ εἰς τὸ ταῦτα πιστοῦσθαι πρὸς αὐτῶν ἐπίτηδες ἔλαβον. 5.54στάντες οὖν εἰς μέσους ἔλεγον, ὡς πεμφθεῖεν ὑπὸ τῶν Γεβεωνιτῶν καὶ τῶν περιοίκων πόλεων πλεῖστον ἀπεχουσῶν τῆσδε τῆς γῆς ποιησόμενοι πρὸς αὐτοὺς φιλίαν ἐφʼ αἷς πάτριον αὐτοῖς ἐστι συνθήκαις· μαθόντες γὰρ ἐκ θεοῦ χάριτος καὶ δωρεᾶς τὴν Χαναναίων αὐτοῖς γῆν κτήσασθαι δεδόσθαι τούτοις τʼ ἔλεγον ἥδεσθαι καὶ πολίτας ἀξιοῦν αὐτῶν γενέσθαι. 5.55καὶ οἱ μὲν ταῦτα λέγοντες καὶ ἐπιδεικνύντες τὰ τεκμήρια τῆς ὁδοιπορίας παρεκάλουν ἐπὶ συνθήκας καὶ φιλίαν τοὺς Ἑβραίους· Ἰησοῦς δὲ πιστεύσας οἷς ἔλεγον, ὡς οὐκ εἰσὶ τοῦ Χαναναίων ἔθνους, ποιεῖται πρὸς αὐτοὺς φιλίαν, καὶ Ἐλεάζαρος ἀρχιερεὺς μετὰ τῆς γερουσίας ὄμνυσιν ἕξειν τε φίλους καὶ συμμάχους καὶ μηδὲν μοχλεύσεσθαι κατʼ αὐτῶν ἄδικον τοῖς ὅρκοις ἐπισυναινέσαντος τοῦ πλήθους.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.49 Joseph. AJ 5.53 (English) >>Joseph. AJ 5.58

Powered by PhiloLogic